Ψαλμὸς κθʹ
<Εἰς τὸ τέλος· Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· τῷ Δαβίδ.> Προσήκων παντὶ μὲν ἀνθρώπῳ ῥυσθέντι πειρασμοῦ, προσήκων δὲ πλέον τῷ Ἀδὰμ καὶ τῇ ἐν τῷ ᾅδῃ συνεχομένῃ συναγωγῇ· «Ὑψώσω σε, Κύριε», λέγουσα, «ὅτι ὑπέλαβές με καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμὲ» κατέχειν με εἰς τέλος. «Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σέ», λέγουσα, κλῖνον οὐρανοὺς καὶ κατάβηθι καὶ ὑπακούσας «ἰάσω με». Καὶ καταβάς «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, καὶ ἔσωσας ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», γαστρὸς ᾅδου κοσμοφάγου, «καὶ ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου» τῇ τριημέρῳ ἐξεγέρσει σου. «Ψάλατε τῷ Κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ, ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ» διὰ τὴν ἁμαρτίαν, δι’ ἣν καὶ χρονίως ἐδάμασεν ἡμᾶς ὁ ᾅδης «καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ», δι’ ἧς κατηξιώθημεν ζωῆς καὶ ἀφθαρσίας. «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς» τῇ Παρθένῳ Μητρὶ διὰ τὸ πάθος καὶ ταῖς λοιπαῖς γυναιξὶν ἅμα τοῖς μαθηταῖς, «καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις», διὰ τὴν φαιδρὰν τοῦ Χριστοῦ ἀνάστασιν. «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου», ἔτι ὢν ἐν τῷ παραδείσῳ· «Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ὅτι ἐν τῷ θελήματί σου, Κύριε, παρέσχου τῷ κάλλει μου δύναμιν», πάντων κρατῶν.