Φησὶ γάρ· «Ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου·» ὡς οἱ εἰς φρέαρ ἐμπεσόντες, οὗ τὸ στόμα ἐνεφράγη.
Δηλώσας δὲ καὶ ὁ Κύριος διὰ τοῦ, «Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ,» τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, καὶ παραστήσας τὴν εἰς ᾅδου κάθοδον, νῦν περὶ τῆς ἀνόδου φησί· «Ῥυσθείην, λέγων, ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. Τὰς μὲν γὰρ ἄλλας ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συνέσχεν ἀποκλεῖσαν τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ στόμα ἔχον ὁ θάνατος, ἐξ αἰῶνος ἅπαντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκότας, καὶ μετὰ τὸ καταπιεῖν, ἐπικλείσας τὸ ἑαυτοῦ στόμα πρὸς τὸ μή τινα πρὸς ζωὴν παλινδρομῆσαι. Ἐπ᾽ ἐμοὶ δὲ, φησὶ, μὴ γένοιτο τοῦτο. Λέγει δὲ καταιγίδα, ὑπεμφαίνων τὸ παγχάλεπον τῆς Ἰουδαίων Συναγωγῆς ναυάγιον, καὶ τὸ σὺν ἐκείνοις ἀποπνίγεσθαι τῷ τῆς ἀγνωσίας βυθῷ παραιτούμενος. Πῶς δὲ, εἰπὼν ἄνω· «Καταιγὶς κατεπόντισέ με,» νῦν λέγει· «Μή με καταποντισάτω;» Ὅτι ἐπεὶ ἔστι βυθισθέντα πάλιν ἀνανήξασθαι, εὔχεται ὧν ἐπειράθη μὴ πάλιν πεῖραν λαβεῖν. Κύματα οἶδα καὶ ἄλλα καὶ κλύδωνα φοβερὸν ἐπανιστάμενον τῇ ψυχῇ τὸν ἐκ τῶν παθῶν τῆς σαρκὸς, οἷς χρὴ δυσπρόσιτον ὄντα, μηδαμῶς τῆς ἀπ᾽ αὐτῶν πικρίας ἀναπίμπλασθαι· ἀλλ᾽ ἀεὶ προσευχόμενον λέγειν· «Ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων,» καὶ τὰ ἑξῆς. <Εἰσάκουσόν με, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου.> (A f. 348 Κυρίλλου καὶ Εὐσεβίου).