Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.» «Μακάριος ἄνθρωπος, ὃν ἤλεγξεν ὁ Κύριος. Νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσονται.» «Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε.» «Ἡ παιδεία σου ἀνορθῶσαι με εἰς τέλος, καὶ ἡ παιδεία σου.» «Ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.» «Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον.» «Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε.» «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ θανάτῳ οὐ παρέδωκέ με.» «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» «Υἱὲ, μὴ ὀλιγόρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» «Ὁ δεχόμενος παιδείαν, ἐν ἀγαθοῖς ἔσται.» «Φοβεῖσθέ με, καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν τῆς γῆς.» «Ὅταν ὀργὴ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.» «Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.» «Δι᾽ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ ἐπάταξα αὐτὸν, καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾽ αὐτοῦ· καὶ ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς ἐν τοῖς ὁδοῖς τῆς καρδίας αὐτοῦ. Τὰς ὁδοὺς αὐτοῦ ἑώρακα, καὶ ἰασάμην αὐτὸν, καὶ παρεκάλεσα αὐτὸν, καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν.» «