Ἐνταῦθα δὲ, ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενοσήκει ὁ Δαβὶδ, ἕτερα βέλη καθικέσθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα ἧφθαι αὐτοῦ. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη, λογικὰ εἶναι, μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμένους καὶ κολάζοντας· ἐπεὶ τοσοῦτος ὢν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ἀγαθῶν ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκε. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον, καὶ τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, τὰ παθητικὰ καὶ ἐρωτικὰ, εἰς ἐπιθυμίαν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς, σημαίνει· περὶ ὧν καὶ ὁ Ἀπόστολος διδάσκει, λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἥλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ ὁ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίγνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.