Ἑτέρως δὲ τὸ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κεκρυμμένην ἔχει τὴν ὠφέλειαν, καὶ οὔτω νῦν τηλαυγῶς καθορᾶται, ἀναμένει δὲ τοὺς ἐπερχομένους αἰῶνας, ὥστε ἐν αὐτοῖς ἀποκαλυφθῆναι. <Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.> (A f. 170 b, D f. 92 b) Τὴν πρὸς Θεὸν ἔντευξιν εἰς ἀγαθὸν κατέστρεψε τέλος, εὐλογῶν τὸν Θεὸν ἐφ᾽ οἷς εὖ πέπονθε. Δι᾽ ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι μυρίων ἐπ᾽ ἐμὲ συστάντων πολέμων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ φραγμόν μοι περιβαλὼν, τὸ ἔλεός σου θαυμαστὸν ἔδειξας· οὕτως με σώσας, ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Μᾶλλον δὲ πόλιν περιοχῆς αὐτὸν τὸν Υἱὸν ὀνομάζει, τὸν ἀποκρύπτοντα τοὺς ἁγίους καὶ οἷον καταπυκάζοντα καθάπερ ἐν σκηνῇ, ἔξω τε τιθέντα καὶ ἀνθρώπων ταραχῆς καὶ ἀντιλογίας γλωσσῶν. Ἢ τάχα που τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν τῶν ἁγίων καλεῖ πόλιν, τὴν ἀπόρθητον τῷ Σατανᾷ, τὴν ἀνάλωτον παντελῶς, τὸ μέγα καὶ ἀσφαλὲς καὶ ἀκαταμάχητον τεῖχος. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύουσιν αὐτῆς.» Πλὴν ὅτι τὸ ἔλεος οὐκ ἔξω τῆς ἁγίας πόλεως δίδοται μᾶλλον, ἀλλὰ τοῖς οὖσιν ἐν αὐτῇ· ἐν αὐτῇ γὰρ τεθαυμαστῶσθαί φησιν αὐτό. Ἦν πόλις περιοχῆς, ἤγουν τετειχισμένη, ἡ ἀπαθὴς ψυχὴ τοῦ Δαβίδ· ἀλλὰ τὸ τῆς ἀπαθείας τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ τῆς Βηρσαβεὲ, εἰσῆλθον πρὸς τὸν Δαβίδ.