Ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, Θεὸν ἰδίᾳ, καὶ ἄνθρωπον ἰδίᾳ (εἷς γὰρ ἦν), ἀλλὰ κατ᾽ ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Οὐδὲ γὰρ Πέτρος δύο ἐνόησεν εἰπών· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Εἰ γέννημα, φασὶν, ὁ Υἱός ἐστι, καὶ οὐ ποίημα, πῶς ἡ Γραφὴ λέγει· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε; Ῥητέον οὖν καὶ ἐνταῦθα περὶ τοῦ ἐκ Μαρίας τὸ κατὰ σάρκα εἰρῆσθαι· ὡς γοῦν καὶ ὁ ἄγγελος ὁ εὐαγγελιζόμενος τοὺς ποιμένας λέγει ὅτι, Ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Τὸ γὰρ, Σήμερον, οὐκ ἂν περὶ τοῦ πρὸ αἰώνων νομισθείη. Σαφέστερον δὲ τὸ ἑξῆς δείκνυσι, λέγοντος· Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Εἰ ὅτε ἐγεννήθη ὁ Υἱὸς, τότε σοφία ἐγένετο, ψευδὲς τὸ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἡ γὰρ αὐτοῦ σοφία οὐκ ἐγένετο, ἀλλ᾽ ἦν ἀεί. Καὶ τοῦτο οὖν ὡς ἐπὶ τοῦ Πατρὸς λεγόμενον παρὰ Δαβίδ· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ, Ἐγένου μοι εἰς σωτηρίαν· καὶ ὁ Παῦλος· Γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης· οὕτω καὶ ὁ Κύριος Ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ σοφία, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Εἰ οὖν ὁ Πατὴρ γενόμενος ὑπερασπιστὴς καὶ ἀληθὴς, οὐ ποίημα· καὶ ὁ Υἱὸς γενόμενος σοφία καὶ ἁγιασμὸς, οὐ ποίημα. Εἰ ἀληθὲς τὸ, Εἷς Θεὸς ὁ Πατήρ· ἀληθὲς δηλονότι καὶ τὸ, Εἷς Κύριος Ἰησοῦς Χριστὸς ὁ Σωτήρ.