Κἀγὼ μὲν ἐπικαγχάσας τούτοις ὡς καὶ πᾶς τις ἕτερος, ἀλλ’ οὐ πρὸς δικαίαν χολὴν ὁρμηθεὶς ὑπὸ τῆς οἰήσεως τοῦ ἀνδρός, ἐκεῖθεν μετὰ βραχὺ ἀνεχώρησα αὐτῷ τε τὰ πρὸς εἰρήνην καὶ τοῖς παροῦσιν ἅπασι συνταξάμενος· ὁ δὲ οὐκ ἤπιος ὤν, εἰκῇ δὲ καὶ τοῦ Χριστοῦ μαθητὴς εἶναι διατεινόμενος, μάτην δὲ κἀπὶ τῷ οἰκείῳ κορυζῶν ἐπαγγέλματι, ὡς βουπλῆγα καὶ τὴν μικρὰν ἐκείνην ἀντίρρησιν ἐλογίσατο καί, ὥς φησιν ὁ Δαυίδ, „φυλάσσων διακενῆς ματαιότητας“ οὐκ ἀνίησιν ἐς δεῦρο καθ’ ἡμῶν ἐκπάγλως μαινόμενος, κρατερὴ δέ ἑ λύσσα δέδυκε. θελήσας δὲ καὶ ἐγγράφως τὴν οἰκείαν παραστῆσαι δόξαν, ἣν ἔχει περὶ τῶν εἰς μετάληψιν ἡμῖν τοῖς πιστοῖς προτεινομένων τοῦ Χριστοῦ μυστηρίων, σύγγραμμά τι ἐξέθετο εἰσέτι ὂν παρ’ αὐτῷ (οὐκ οἶδα, εἰ ὡς διάστροφον, καίπερ καθεκάστην νιτρούμενον, μυρούμενόν τε καὶ κτενιζόμενον καὶ κόσμοις ἀλλοτρίοις παρ’ οἷς ὀπτάνεται διευθετιζόμενον), ἐν ᾧ καταδρομὴν πεποίηταί τινων ἀνωνύμως, ὡς δῆθεν λεγόντων τε καὶ δοξαζόντων μήτε κλᾶσθαι μήτ’ ὀδοῦσι κείρεσθαι τὸν ἄρτον τὸν ζωτικόν, ἀλλὰ διολισθαίνειν τοῦ φάρυγγος κατὰ τῶν σωμάτων τὰ ὅλως ἄτμητα καὶ ὡς στρίφνος ἀδιαμάσητα. ἐρωτώμενος δὲ ὁ τῶν παραδόξων τούτων πλάστης καὶ συνθέτης αἱρέσεων, καὶ τίνες ἂν εἶεν οἱ οὕτως ἀλλοτριόφρονες, πολλοὺς μὲν καὶ ἄλλους διαριθμεῖ, σὺν αὐτοῖς δὲ καὶ ἡμᾶς μηδὲν ὀκνῶν, μηδ’ ἐφ’ οἷς διέξεισιν ἐγκαλυπτόμενος.