Ὑπὲρ ταύτης προσεύξεταί σοι πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. Διὰ τοῦτο πᾶς ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ᾽ ἐμὲ πεπραγμένων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσευχὴν ἐλθεῖν. Προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπόδειγμα τὸ ἐμὸν, καὶ αὐτοῦ ἐπακούσεις, παρέξεις τε αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν, ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ᾽ αὐτοῦ φέρηται. Ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν, καὶ ἐπὶ σὲ τὸν μέγαν Σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ, οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. Καὶ ταύτην γε τὴν διάνοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία, φήσασα· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, Διὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγηται· Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦμεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένης. Διὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται, τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο, ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ, τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς.