βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ᾽ ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐντολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάριτος, παρακομιζούσης εἰς μέσον τὸ ἐξ ἐπαγγελίας Θεοῦ προαναφωνούμενον σπέρμα, τουτέστι, τοὺς ἐν Χριστῷ διὰ πίστεως. Γέγονε γὰρ οὕτω πατὴρ ἀναριθμήτων ὁ θεσπέσιος Ἀβραάμ. Ἄθρει δὴ οὖν, ἄθρει τῆς οἰκονομίας τὸ σχῆμα, διαπεπλασμένον ἀστείως ὡς ἐν τύπῳ πάλιν τῆ τῶν ἀδελφῶν ξυνωρίδι τῇ ἐξ Ἰσαὰκ, Ἡσαῦ τε, φημὶ, καὶ μέντοι καὶ Ἰακώβ. Οὐκοῦν εἴρητο παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, «ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» Διερμηνεύων δὲ τὸ χρησμῴδημα, νομομαθὴς ὢν ὁ Παῦλος, «Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, φησὶ, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾽ ὡς ἐφ᾽ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός.» Οὐκοῦν ἐν Χριστῷ τὰ ἐπηγγελμένα διεπεραίνετο, καὶ εἰς εἰκόνα καὶ τύπον αὐτοῦ τέθειταί πως ὁ Ἰσαάκ. Διερμηνεύεται δὲ ἡ τοιάδε κλῆσις, χαρὰ καὶ ἀγαλλίαμα. Ἀγαλλίαμα δὲ τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι᾽ αὐτοῦ σωτηρίαν· «Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με.» Διενηξάμεθα γὰρ ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις· καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ὄφεις, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν οἱ πεπιστευκότες.