Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Τὸ λεγόμενον διὰ τοῦ προφήτου· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ Δαυῒδ ἐπληροῦτο. Διότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος, τὸ Πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ, θαρσεῖν αὐτῷ παρακελευόμενον. Ἐγὼ γάρ σε, φησὶν, συνετιῶ καὶ συμβιβῶ σε· ἀνθ᾽ οὗ ὁ Ἀκύλας φησίν· Ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ὁ δὲ Σύμμαχος· Συνετίσω σε καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις. Ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ τέλος τὸ τρισμακάριον, τὸν ἑαυτοῦ Πατέρα. Ἀντὶ δὲ τοῦ, Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος, Βουλεύσομαι, φησὶ, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. Ἐπειδὴ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκότως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλμοῦ, ὅπως, ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. Διόπερ ὀφθαλμοὶ Κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ᾽ ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς.