Ἀλλ᾽ οὐδ᾽ ἂν εἴ τις εἴη γίγας ἰσχυρὸς, δῆλον ὅτι καὶ μέγα πεφρονηκὼς ἐπ᾽ εὐσθενείᾳ πολλῇ, καὶ ῥώμῃ σώματος, οὐδ᾽ ἂν οὕτω σωθείη, καὶ κρείττων ἔσται χειρὸς τῆς τῶν μαχομένων αὐτῷ, μὴ οὐχὶ Θεοῦ κατανεύοντος τὸ νικᾷν.] <Ψευδὴς ἵππος εἰς σωτηρίαν.> (B f. 103 b) Ἔσται δὲ ψευδὴς εἰς σωτηρίαν ἵππος, τουτέστιν ἱππικὴ παράταξις. Σφάλλεται γὰρ ἔσθ᾽ ὄτε τῆς ἐλπίδος ὁ ἐπ᾽ αὐτῇ πεποιθὼς, καὶ προέσεσθαι προσδοκῶν, ὑπὸ χεῖρα πέπτωκεν ἐχθρῶν. Ἐν γὰρ τῷ πλήθει τῆς δυνάμεως αὐτοῦ σωθήσεται τίς· οὐ σωθήσεται ὁ βασιλεὺς, ἤγουν ἡ παράταξις, ὡς ἔφην, ἡ ἱππική. Ἐφαρμόσεις γὰρ εὐτέχνως, ὅπερ ἂν ἕλοιο τῶν ὠνομασμένων, τοῦ στίχου τὴν δύναμιν. Θεὸς οὖν ἄρα ἐστὶν ὁ τῶν δυνάμεων Κύριος, καὶ παρ᾽ αὐτοῦ τὸ νικᾷν ἐστιν· ἐκρύεται δὲ καὶ ἀνασώζει ῥᾳδίως τοὺς ἐπ᾽ αὐτῷ πεποιθότας· οἷς καὶ δι᾽ ἑνὸς τῶν ἁγίων προφητῶν ὧδέ πή φησι· «Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ.» <Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.> (B f. 103 b. C f. 69) Ἀποδείκνυσιν ὅτι κήδεται Θεὸς τῶν τὴν πρὸς αὐτὸν οἰκειότητα πεπλουτηκότων, πνευματικὴν δηλονότι· καὶ μὴν ὅτι τὴν ἐξ ἀγάπης αὐτοῖς ἐποπτείαν ἐπιδιδοὺς, παντὸς ἐπέκεινα τίθησι κακοῦ. «Ἰδοὺ» γὰρ, φησὶν, τόδε· Ἰδοὺ λέγων, μονονουχὶ καταδείκνυσιν ἀληθὲς ὂν τὸ χρῆμα, καὶ διὰ πείρας αὐτῆς ἐγνωσμένον. «Οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.»