Εἶτα τί τοῦτο τὸ ἰσοστατοῦν εἰς εὐημερίαν; Ἢ πῶς οὐκ ἁπάσης ἂν εἶεν ἔμπλεῳ θυμηδίας, οἷς ἂν ὑπάρχοι τὸ ἐποπτεύεσθαι παρὰ Θεοῦ; Καὶ γοῦν τὸ μὴ τούτου τυχεῖν δεδίασιν ἀναγκαίως οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀπηρτημένοι· οἳ καὶ τεθαρσήκασιν οὐκ ἐφ᾽ ἑαυτοῖς μᾶλλον, ἀλλ᾽ ἐπὶ τῶ κατοικτείροντι Θεῷ, ἐλπίδα τιθέντες τὸ ἔλεος αὐτοῦ. <Ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.> (B f. 103 b, C f. 69) Ἐφορᾷ γὰρ, φησὶν, ὥστε καὶ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ οὐ πάντως σαρκικοῦ, νοητοῦ δὲ μᾶλλον. Ψυχῆς δὲ θάνατον εἶναί φαμεν, τὸ ἁλῶναι βρόχοις διαβολικοῖς, καὶ τοῖς τῆς ἁμαρτίας τέλμασιν περιπεσεῖν· καὶ πρός γε δὴ τούτοις, τὸ ἀσθενεῖν ἐν πειρασμοῖς, καὶ ὀκλάζειν ἐν δοκιμασίαις. Σκοπὸς οὖν ἄρα τῷ ἐπόπτῃ τῶν ἁγίων θεῷ, καὶ ἐκ θανάτου ῥύσασθαι τὰς τῶν φοβουμένων αὐτὸν ψυχὰς, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. <Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.> (B f. 104, C f. 69) Ἐμπίπλησι γὰρ αὐτὰς νοητῶς τε καὶ ἱερῶς, ἄρτον αὐταῖς ἐπιδιδοὺς τὸν ἐξ οὐρανοῦ, τουτέστιν τὸ ζωοποιὸν ἀληθῶς καὶ σωτήριον μάθημα, καὶ παράκλησιν τὴν διὰ τοῦ ἁγίου Πνεύματος, δι᾽ ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν νευρούμεθα. Οὐ γὰρ λιμοκτονήσῃ Κύριος ψυχὴν δικαίαν.