Ἔφη γοῦν, τὴν πνευματικὴν ἡμῖν ἁπλώσας τράπεζαν· «Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον.» <Ἡ δὲ ψυχή μου ὑπομένει τῷ Κυρίῳ.> (B f. 104) Τὸ ὑπομένειν τῷ Κυρίῳ, οὐδὲν ἕτερον εἶναί φαμεν, πλὴν ὅτι τὸ ἑλέσθαι τληπαθεῖν ὑπέρ γε τῆς εἰς αὐτὸν ἀγάπης, καὶ ὀνησιφόροις ἱδρῶσιν ὁμιλεῖν, ἵνα τὸ αὐτῷ δοκοῦν κατορθώσειαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, φησὶν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. <Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν.> (B f. 104) Ἆρ᾽ οὖν ταῖς ἰδίαις δυνάμεσιν ψιλαῖς τε καὶ μόναις ἐπιθαῤῥήσαντες τὰ τοιάδε φασὶν, καὶ μέγα φρονοῦσιν ἐφ᾽ ἑαυτοῖς; Οὐ μὲν οὖν· ἴσασι δὲ μᾶλλον ὅτι συνασπίζει Θεὸς, καὶ ὅτι συμπαραστάτην ἔχουσιν αὐτὸν ἐνισχύοντά τε καὶ σώζοντα. Τοιγάρτοι καὶ προσεπάγουσιν· «Ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. Οὐκοῦν ὑπομενοῦμεν διὰ τοῦτο, φασὶν, καὶ διὰ πάσης καρτερίας δοκιμωτάτους ἑαυτοὺς παραστήσομεν, καὶ τὸν τῆς γνησιότητος ἀναδησόμεθα στέφανον, ὡς ἐπίκουρον καὶ προασπιστὴν ἔχοντες αὐτόν. <Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφ᾽ ἡμᾶς.> (C f. 69) Ἀκολουθείτω τὸ σὸν ἔλεος, ἤγουν ὑπαρξάτω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Γνησιότητος δὲ τοῦτο σημεῖον γένοιτο καὶ μάλα σαφές. Ὡς γὰρ ἐν αὐτῷ προσοικειωθέντες, καὶ ἐπ᾽ αὐτῷ χαίροντες μόνῳ, καὶ τὰς ἐλπίδας ἔχοντες ἐπ᾽ αὐτῷ, ζητοῦσι τὸ κατοικτείρεσθαι.