Τί γὰρ καὶ ἐντεῦθεν οὐκ ἀναφύεται; δουλοπάθεια, ὁρῶντος τοῦ ἑτέρου τὸν ἕτερον καὶ σκανδαλιζομένου, ὡς τὸ εἰκός, κατὰ τοῦ δώσαντος. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἐξαναστῆτε οἱ λαμβάνοντες πρὸς ἐπιζήτησιν σφαλερὰν καὶ διάκρισιν πονηρὰν καὶ ἐπίβλεψιν δολερὰν τοῦ φορήματος ἢ τοῦ ὑποδήματος ἐκείνου ἢ τοῦδε τοῦ ἀδελφοῦ—στέργειν γὰρ ἐπὶ πᾶσιν ἀναγκαῖον ὑμῖν, ἐχόντων τὸ κρῖμα, κατὰ τὸν μέγαν Βασίλειον, τῶν τὴν ἐξουσίαν ἐχόντων—, ἀλλ’ ἵνα ὑμεῖς οἱ διανομεῖς τῶν τοιούτων φόβῳ θεοῦ καὶ πόθῳ ἐξανύετε καλλίστως τὰς ἐγχειρισθείσας ὑμῖν ἀρχὰς καὶ διδοῖ ὁ δίδων ἀπροσπαθῶς καὶ κατ’ ἀξίαν ἢ τὸ ἱμάτιον, ἢ τὸ ὑπόδημα, ἢ τὸ βιβλίον, ἢ τὸ ἀνάγνωσμα, ἢ τὸ καλλιγράφημα, ἢ τὸ δαπάνημα, ἢ ἄλλο τι οὖν, ἵνα μὴ λεπτολογῶμεν τὰ πράγματα· καὶ οὕτως ποιούντων ὑμῶν εὐστάθεια καὶ γαλήνη ἔτι καὶ ἔτι ἀναφανήσεται ἐν ὑμῖν τοῖς ἠγαπημένοις μου. ναί, ναί, παρακαλῶ καὶ δέομαι, ἀδελφοί μου ἡγιασμένοι, πληρώσατε τὰς καρδίας ὑμῶν παντὸς ἀγαθοῦ ἐπιτηδεύματος· δότε ἀλλήλοις δι’ ἀγάπην ἑαυτούς, χαίρετε τῇ ἀλλήλων εὐδοκιμήσει, λυπεῖσθε ἐπὶ τῇ τοῦ πέλας καταπτώσει. “οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί”, φησί, “καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι”· ὁ δὲ θεὸς ἡμῶν ὁ ἐπουράνιος ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, καὶ τοῦ ἐλέους αὐτοῦ πλήρης ἡ γῆ, ὡς ψάλλει Δαβίδ.