Ὅτι δωρεάν», φησίν, «ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου», παρανόμως καὶ παραλόγως. Τῷ δὲ προδότῃ «ἐλθέτω αὐτῷ παγίς, ἣν οὐ γινώσκει, καὶ ἡ θήρα, ἣν ἔκρυψε» κατ’ ἐμοῦ «συλλαβέτω αὐτὸν καὶ τῇ παγίδι πεσεῖται» τῇ παρ’ αὐτοῦ σκευασθείση. «Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ», ἐξεγερθεῖσα τοῦ τάφου, «τερφθήσεται» ἡ ζωή μου «ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ», ἀποδιδοῦσα γέρας αὐτῷ καὶ ἀντιλαμβάνουσα τὴν παρ’ αὐτοῦ εὐκληρίαν. Ἐρεῖ· «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ», στερεωτέρων οὐ τῇ δυνάμει, ἀλλὰ τῇ κακίᾳ, «καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν» ἐπὶ σφαγήν. «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με», ὡς ἀντιλέγοντα Καίσαρι, καὶ ὅσα κακοτρόπως ἐβούλοντο. «Ἀνταπεδίδωσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν», ὧν ἔδρασα εἰς αὐτούς, «καὶ ἀτεκνίαν τῇ ψυχῇ μου», δηλαδὴ νέκρωσιν αὐτῇ προσηκάμενοι. «Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι» καὶ καταπαίζεσθαι «ἐνεδυόμην σάκκον», δηλαδὴ τὴν χλαμύδα, δι’ ἧς, κατ’ ἐμφέρειαν σάκκου, περικαλύπτοντές μου τὴν κεφαλὴν καὶ ῥαπίζοντες, ἔλεγον· «Προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;» «Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου», ποῦ γὰρ βρώματος ἔννοια μεταξὺ τῶν πραττομένων δεινῶν; «