Καὶ ἐντεῦθεν τὸν τοῦ πένθους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρεπῶν ἱδρώτων τὴν ὄνησιν.] <Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.> (B f. 117) «Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρακτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλλον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθίσμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ᾽ ὅτου οὖν προσφερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγοντος ἐναργῶς ποτὲ μὲν, ὅτι, »Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·» ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσαγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. (Cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [<Ὡς πλησίον, καὶ ὡς ἀδελφόν.> Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων εἰς ἀδελφούς.] <Διεσχίσθησαν, καὶ οὐ κατηνύγησαν.> (B f. 117 b) Τουτέστιν ἀκαμπὴς ἀπομεμένηκεν καὶ ἀφιλοικτίρμων ὁ νοῦς αὐτοῖς. Πλὴν ἐγὼ, φησὶν, οὐκ ἔγνων. Τί δὲ οὐκ ἔγνων; Τὴν αἰτίαν δηλονότι δι᾽ ἣν αἱ μὲν μάστιγες κατεῤῥήγνυντο· οἱ δὲ οὐ κατηνύγησαν.