Ἔφασκον δήπου καὶ τοῖς ὄχλοις περὶ αὐτοῦ· «Δαιμόνιον ἔχει, καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» [<Ἔκχεον ῥομφαίαν.> Ὅτι γὰρ οὐκ ἔπεμψεν ἁπλῶς κατ᾽ αὐτῶν ῥομφαίαν, ἀλλ᾽ οἷον ἐξέχεεν ποταμίου νάματος δίκην, ἀνιδρωτὶ κατοψόμεθα, τὰς τῶν Ἰουδαίων ἀναμετρήσαντες συμφοράς. Μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ἔργον γεγόνασι ῥομφαίας· δεδαπάνηνται γὰρ τοῖς ξίφεσι τῶν καταπιπράντων πόλεις τε ὁμοῦ καὶ κώμας. Καὶ τοῦτο αὐτοῖς προμεμήνυκεν ὁ Σωτὴρ λέγων· «Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε ἐρεῖτε τοῖς ὄρεσι· Καλύψατε ἡμᾶς· καὶ τοῖς βουνοῖς· Πέσετε ἐφ᾽ ἡμᾶς.» Εἰς τοσοῦτον γὰρ ἀθλιότητος καὶ ἀνηκέστου συμφορᾶς τὰ τῶν Ἰουδαίων κατηνέχθη πράγματα, ὥστε πολὺ δή τι τὸ ἄμεινον ἦν αὐτοῖς ὑπὸ πετρῶν καὶ ὀρῶν συνθραύεσθαι μᾶλλον, ἢ τοῖς ἀνημέροις ξίφεσι τῶν φονώντων περιπεσεῖν. Ὅτι δὲ καὶ συνεκλείσθησαν, τουτέστι πεπολιόρκηνται, πάλιν ἡμᾶς ὁ τῆς ἐπ᾽ αὐτοῖς ἱστορίας διδάξει λόγος. «Οὐκοῦν σύγκλεισον, φησὶν, ἐξ ἐναντίας τῶν καταδιωκόντων με.»] <Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου.> (B f. 113 b) Τὴν οὕτω πικρὰν καὶ τό γε ἧκον εἰς αὐτοὺς ἀδιάφυκτον τῷ Σωτῆρι στήσαντες πάγην, οἷα τοῖς τοῦ θανάτου βρόχοις περιβαλόντες αὐτὸν, ᾐσχύνθησαν καὶ ἐνετράπησαν, ὅταν κατασείσας ὡς Θεὸς τοῦ θανάτου τὸ κράτος, ἤγειρεν τὸν ἑαυτοῦ ναόν.