Ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα. Εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. Καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ, ἀπὸ Δὰν ἕως Βηρσαβεὲ, ἐβδομήκοντα χιλιάδες ἀνδρῶν. Καὶ ἐξέτεινεν ὁ ἄγγελος τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ. Καὶ εἶπεν τῷ ἀγγέλῳ· Ἱκανὸν, ἄνες τὴν χεῖρά σου.» «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος.» «Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει.» «Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε.» —«Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε.» Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ.» «Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε· ὡς ἐπλήθυνας τὸ ἔλεός σου.» «Σὺ, Κύριε, χρηστὸς, καὶ ἐπιεικὴς, καὶ πολυέλεος πᾶσι. Σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων.» Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος· μακρόθυμος.» «Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς ....» «Τίς Θεὸς ὥσπερ σύ· ἐξαίρων ἀδικίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ. Οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν. Αὐτὸς ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς. Καταδύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης. »Κύριος μακρόθυμος, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ.» «Ἐγὼ ἐποίησα, καὶ ἐγὼ ἀνήσω. Καὶ ἐγὼ ἀναλήψομαι, καὶ σώσω ὑμᾶς.» «