Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. τῆς εἰς τὸν θεὸν πεποιθήσεως ὁ ψαλμῳδὸς καὶ τῆς βεβαίας εἰς αὐτὸν ἐλπίδος τὸν θεῖον ἔλεον ἀντιδοθῆναι παρακαλεῖ, Ἕως οὗ, φησίν, ἡ ἀνομία παρέλθῃ. ὡς δ᾽ ἂν φανερώτερον ἡμῖν τὸ νόημα γένοιτο, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· ἄστατός ἐστι καὶ παροδικὴ τῆς ἁμαρτίας ἡ φύσις, οὔτε κατὰ τὸ πρῶτον συνυποστᾶσα τῇ κτίσει παρὰ τοῦ τὸ πᾶν ὑποστησαμένου καὶ οὐσιώσαντος οὔτε πρὸς τὸ διηνεκὲς τοῖς οὖσι συνδιαμένουσα. τὰ μὲν γὰρ ἐκ τοῦ ὄντος ὄντα καὶ ἐν τῷ εἶναι διὰ παντὸς διαμένει· εἰ δέ τι ἔξω τοῦ ὄντος ἐστίν, οὗ ἡ οὐσία οὐκ ἐν τῷ εἶναι, ἀλλ᾽ ἐν τῷ ἀγαθὸν μὴ εἶναι τὴν ὑπόστασιν ἔχει, τοῦτό ἐστιν ὁ ἐπιδωμάτιος χόρτος, ἄρριζός τις καὶ ἄσπαρτος καὶ ἀνήροτος, κἂν πρὸς τὸ παρὸν διοχλήσῃ τῇ ἀνυποστάτῳ βλάστῃ, τοῖς μέντοι καθήκουσι χρόνοις, ἐν τῇ τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν ἀποκαταστάσει, παρέρχεταί τε καὶ ἀφανίζεται, ὡς μηδὲν ἴχνος τοῦ νῦν ἐπιπολάζοντος ἡμῖν κακοῦ ἐν τῇ κατ᾽ ἐλπίδα προκειμένῃ ζωῇ ὑπολείπεσθαι. Ἔτι γὰρ ὀλίγον, φησίν, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ.