Ἐμοὶ τὸ προσκολλᾶσθαι τῷ Θεῷ, ἀγαθόν ἐστι. Καὶ πάλιν λέγει· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός, ἀνομίαν ὅλην τὴν ἡμέραν; Καὶ ἐν ἑτέρῳ λέγει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πολλοὺς γὰρ ἠπάτησεν ὁ λογισμὸς τῆς ὑψηλοφροσύνης, μάταια φυσήσας. Γέγραπται γάρ· μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Ἡσύχασον οὖν, παρακαλῶ, μήποτε πρὸς καιρὸν ἀπολαύσας σου τοῦ βουλήματος, τὰ ἔσχατά σου συντελέσῃς ἐν ὀδύνῃ. Ἢ μᾶλλον ἐπιβουλεύειν ἐπιχειρεῖς κατὰ τοῦ τόπου τοῦ ἁγίου, κατὰ τὸν λέγοντα· ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν. Τοιγαροῦν πορευθῶμεν εἰς τὰ κελλία ἑαυτῶν. Κλαύσωμεν τὰς ἁμαρτίας ἡμῶν, ἵνα Θεὸν δυσωπήσωμεν, δι᾽ ὃν καὶ ἐξήλθομεν ἐκ τοῦ ματαίου κόσμου· μήποτε ἁρπάζῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος. Ἐννοηθῶμεν τοῦτο σαφῶς, ὅτι καὶ χιλιοστοί ἐσμεν νῦν, ἀλλ᾽ ἐν ἡμέρᾳ θανάτου εἷς καθ᾽ εἷς ἀπελευσόμεθα ἐντεῦθεν· μόνον τὰ ἔργα ἑκάστου συνοδεύει αὐτῷ, πρὸς ἃ ἔπραξεν, εἴτε φαῦλον, εἴτε ἀγαθόν.