Πάλιν ὁ δράκων ὁ σκολιὸς τὴν κεφαλὴν τῷ σταυρῷ συνθλασθεὶς τὸ οὐραῖον ἐσάλευεν· καὶ ταύτῃ φοβεῖν τοὺς εὐσεβοῦντας ἐνόμιζεν· πάλιν ὁ νυκτερινὸς σπορεὺς σκότος ἐξ ἑωσφόρου γενόμενος, ἐν σκότῳ σπείρειν τὰ ἴδια προσεπόθει ζιζάνια· πάλιν τὰ πετεινὰ τὰ οὐράνια τὸ παρὰ τὴν ὁδὸν ἐκ τοῦ καλοῦ σπορέως πεσὸν κατεσθίειν ἠβούλοντο· πάλιν ὁ πειράζων τοὺς τοῦ πειρασθέντος Χριστοῦ καὶ νικήσαντος πειράζειν ἐγλίχετο· πάλιν ὁ δράκων ὁ τὴν Εὔαν πλανήσας συρίγματι, καὶ τὸν Ἀδὰμ ποιήσας ἀντίθεον, ὁ τὸν Ἄβελ φονεύσας ὡς δίκαιον, καὶ τὸν Κάϊν ἀδελφοῦ φονέα τευξάμενος, ὁ τὸν πάλαι λαὸν ποιήσας φιλόσαρκον καὶ ἀπολέσθαι παρασκευάσας δι’ ὕδατος, ὁ τὸν Χὰμ τελέσας ἐπάρατον, καὶ τοῖς ἐν Χαλάννῃ τὴν τῶν γλωσσῶν ἐπαρτήσας διαίρεσιν, ὁ τοῖς ἀνθρώποις πληθύνας τὰ εἴδωλα, καὶ Θεοῦ χωρίσας τοῦ κτίσαντος, ὁ τὸν Ἰσραὴλ δείξας ἀχάριστον καὶ τὸν Φαραὼ σκληρὸν καὶ ἀτίθασσον, καὶ τὸν μὲν ἀπολέσθαι ποιήσας εἰς ἔρημον, τὸν δὲ θαλάττης εἰς ἀμείλικτα κύματα, ὁ τοὺς Ἰουδαίους νόμῳ καὶ προφήταις ἀπειθεῖς ἐργασάμενος, καὶ τοῖς τῶν ἐθνῶν ὑποτάξας βδελύγμασιν, ὁ φθονῆσαι Χριστῷ τοῖς Ἑβραίοις ἐνθέμενος, καὶ σταυρῶσαι τὸν σώζειν αὐτοὺς ἀφικόμενον, ὁ τὴν αὐτοῦ συκοφαντεῖν ἀναπείσας ἀνάστασιν, καὶ ταύτης διώκειν καὶ φονεύειν τοὺς κήρυκας, ὁ τούτοις ἅπασιν οὐκ ἀρκούμενος, Κῦρον ὕστερον ἐπολέμει καὶ Ἰωάννην τοὺς μάρτυρας ἐν καιρῷ διωγμῶν ἀναλάμψαντας, καὶ Χριστοῦ στρατιώτας ὑπάρχοντας· ἀλλ’ ἡττᾶτο πρὸς κέντρα λακτίζων ὁ δείλαιος, καὶ ἀνικήτοις συμβάλλων εἰς πόλεμον· ἐσπᾶτο μὲν γὰρ ῥομφαίαν ἀστράπτουσαν, ἀλλ’ οἱ γενναῖοι ταύτην αὐτοῦ τῇ καρδίᾳ ἐνέπησσον, καὶ τόξον ψυχοφθόρον ἐτάνυεν, ἀλλὰ τοῦτο θᾶττον πρὸ τῆς τῶν βελῶν ἀπολύσεως ἅμα βραχίοσι τοῖς τετακῶσιν συνέτριβον· καὶ λάκκον ὤρυττεν, ἀλλ’ ἑαυτῷ τοῦτον καὶ οὐ τοῖς ἀντιπάλοις ὤρυττε μάρτυσι· τέλος δὲ τούτοις ἀποκαμὼν τοῖς συγκρούσμασιν καὶ πάλιν πολεμεῖν μὴ δυνάμενος, τοῖς τότε τιμῶσιν αὐτοῦ τὰ προστάγματα παραδίδωσιν, ἵνα ταῖς τούτων μιαιφόνοις χερσὶν αἰκιζόμενοι, καὶ τὴν τῶν βασάνων βίαν οὐ φέροντες, θυσίας αὐτῷ καὶ σπονδὰς προσενέγκωσιν, καὶ Θεὸν αὐτὸν σὺν τοῖς ἄλλοις κηρύξωσι δαίμοσιν· ἢ ταῦτα ποιεῖν μὴ βουλόμενοι, τῆς παρούσης ζωῆς ὑπομένωσιν στέρησιν· τοῦτο δὲ δράσας ὁ τάλας ἠγνόησεν ὡς τοῖς μὲν ἁγίοις ζωὴν προξενήσειεν κρείττονα, καὶ στεφάνους τέλος οὐκ ἔχοντας, ἑαυτῷ δὲ θάνατον ἧττάν τε μείζονα καὶ πληγὴν αἰσχύνης ἀνάπλεων.