Ἴστε τὰς μανείσας ἡμιόνους, καὶ τὴν συναρπαγὴν τοῦ ὀχήματος, καὶ τὴν ἀπευκτὴν ἐκείνην περιτροπὴν, καὶ τὴν ἄτοπον ἕλξιν, καὶ τὰ πονηρὰ συντρίμματα, καὶ τὸ γενόμενον ἐντεῦθεν σκάνδαλον τοῖς ἀπίστοις, εἰ οὕτω δίκαιοι παραδίδονται, καὶ τὴν ταχεῖαν τῆς ἀπιστίας διόρθωσιν· ὅτι πάντα συντριβεῖσα καὶ συγκοπεῖσα καὶ ὀστᾶ καὶ μέλη, καὶ ἀφανῆ καὶ φαινόμενα, καὶ οὔτε ἰατρὸν ἄλλον πλὴν τοῦ παραδόντος ἠνέσχετο· ὁμοῦ μὲν καὶ ὄψιν ἀνδρῶν αἰδουμένη καὶ χεῖρας (τὸ γὰρ κόσμιον κἀν τοῖς πάθεσι διεσώσατο)· ὁμοῦ δὲ καὶ τὴν ἀπολογίαν ζητοῦσα παρὰ τοῦ ταῦτα παθεῖν συγχωρήσαντος, οὔτε παρ᾽ ἄλλου τινὸς ἢ ἐκείνου τῆς σωτηρίας ἔτυχεν· ὡς μὴ μᾶλλον ἐπὶ τῷ πάθει πληγῆναί τινας, ἢ ἐπὶ τῷ παραδόξῳ τῆς ὑγιείας καταπλαγῆναι, καὶ διὰ τοῦτο δόξαι συμβῆναι τὴν τραγῳδίαν, ἵν᾽ ἐνδοξασθῇ τοῖς πάθεσι· παθοῦσα μὲν ὡς ἄνθρωπος, ἰαθεῖσα δὲ ὑπὲρ ἄνθρωπον, καὶ διήγημα δοῦσα τοῖς ὕστερον, μέγιστον μὲν εἰς ἀπόδειξιν τῆς ἐν τοῖς πάθεσι πίστεως καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, μεῖζον δὲ τῆς τοῦ Θεοῦ περὶ τοὺς τοιούτους φιλανθρωπίας. Τῷ γὰρ, Ὅτ᾽ ἂν πέσῃ οὐ καταῤῥαχθήσεται, περὶ τοῦ δικαίου καλῶς εἰρημένῳ, προσετέθη καινότερον, τὸ κἂν καταῤῥαγῇ, τάχιστα ὀρθωθήσεται, καὶ δοξασθήσεται.