Ἐπιπηδᾷ δὲ ὡς ὄφις, τὸν τῆς ἁμαρτίας ἐκχέων ἰὸν, ἡδονὰς ἐνσπείρων αἰσχρὰς, καὶ κατερεθίζων ἀεὶ πρὸς ἐκτόπους ἐπιθυμίας, καὶ οἷον μέλιτι καταχρίων τοὺς τῆς φαυλότητος τρόπους, ἵνα παγιδεύῃ πολλούς. <Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, κ.τ.λ.> (A f. 201 b, B f. 131 b) Ἀλλ᾽ ὁ Κύριος, φησὶν, οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς χεῖρας αὐτοῦ· παραδείξας τὴν ἔφοδον, οὐκ ἐᾷ καταπίπτειν τῶν ἁγίων τὸν νοῦν, παραστήσας εὐθὺς τὸν ἐπίκουρον, τῆς ἐκείνου σκαιότητος τὴν ἔφοδον ἀφανίζοντα· Θεοῦ γὰρ προεστηκότος, τίς ὁ κακώσων ἐστί; Καὶ ψῆφος μέν τοι ὀρθὴ καὶ ἀδέκαστος ἐξενεχθήσεται πάντως παρὰ Θεοῦ, κατακρίνουσα μὲν τοὺς βεβήλους καὶ πονηροὺς, ἀπαλλάττουσα δὲ καὶ κινδύνου καὶ φόβου πάντας τοὺς ἀνακειμένους αὐτῷ, καὶ τὸν ἱερὸν αὐτοῦ νόμον εἰς νοῦν ἔχοντας καὶ καρδίαν, καὶ μελέτην ποιουμένους τὴν δικαιοσύνην· ἐν γὰρ τῷ κρίνεσθαι, φησὶ, τὸν δίκαιον, οὐ μὴ καταδικάσηται αὐτόν. <Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.> (A f. 202, B f. 131 b) Χρῆμα ἄριστον ἡ ὑπομονὴ, τίκτει γὰρ τὴν δοκιμὴν, ἡ δὲ δοκιμὴ τὴν ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνῃ. Ψάλλει γοῦν καί φησιν ὁ θεσπέσιος Μελῳδός· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ ἕτερος τῶν ἁγίων· «Ὑπομονῆς γὰρ, φησὶ, χρείαν ἔχετε, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν.»