Τοῦ δὲ, ὅτι τῶν μὲν τοιούτων γένοιτο φύλαξ ἀναφανδὸν εἰρηκότος, προσερομένου δὲ καὶ προστεθεικότος τὸ, Τί ἔτι ὑστερῶ; «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.» Ἀνάγκη δὴ οὖν τοὺς ἀπερισπάστως τῷ Θεῷ λειτουργεῖν ἐθέλοντας, ἕπεσθαί τε δεῖν οἰομένους αὐτῷ, ἀποφοιτᾷν μὲν τῶν ἐπιγείων, κλῆρον καὶ αὐτὸν ποιεῖσθαι μόνον, καὶ τῇ εἰς αὐτὸν ἐλπίδι καταπιαίνεσθαι, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· «Κατατρύφησον τοῦ Κυρίου, καὶ ἔλπισον ἐπ᾽ αὐτὸν, καὶ αὐτὸς ποιήσει.» Ἀφορίζει τοίνυν τὰ ἐπιδέκατα τοῖς Λευΐταις, εἰς ἀντίδοσιν τοῦ πόνου τῆς λειτουργίας αὐτῶν. Οὐ γὰρ ἀμισθὶ τοῖς ἁγίοις ὁ πόνος, ἀλλ᾽ ἐξαίρετοι μὲν αἱ τιμαὶ, περιφανῆ δὲ τὰ γέρα. «Μὴ γὰρ δὴ μεριμνᾶτε, φησὶν ὁ Σωτὴρ, τῇ ψυχῇ ὑμῶν, τί φάγητε, καὶ τῷ σώματι τί ἐνδύσησθε· ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» Ἁμαρτήματα δὲ ὀνομάζει πάλιν, τὰ ὑπὲρ ἁμαρτιῶν σφαζόμενα. Τύποι δ᾽ ἂν εἶεν καὶ ταῦτα Χριστοῦ, τοῦ δι᾽ ἡμᾶς τεθυμένου, καὶ ὑπομείναντος τὴν σφαγὴν, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐδεστὰ δὲ μόνοις τοῖς ἱερουργοῖς τὰ ὑπὲρ τῆς ἁμαρτίας.