Διὸ ἐπάγει· Καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπειδὴ οἱ ζητοῦντες τὴν ψυχήν μου, εὗρον αὐτὴν, εἶθ᾽ εὑρόντες κατέπαιζον, ἐπέβησαν δὲ ἐπιτωθάζοντες τοῖς ἐμοῖς κακοῖς· εἶτα ἐλάλουν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν. Ἐπὶ τούτοις ἐγὼ ἔρημος γεγονὼς τῶν ἐμαυτοῦ φίλων, οὐδὲν εἶχον λέγειν, αἰσχύνης πεπληρωμένος· διὸ ὡσεὶ κωφὸς οὐκ ἤκουον· ἀλλ᾽ ὁ πάλαι λογιώτατος, καὶ τῇ παρούσῃ σοφίᾳ σεσοφισμένος γέγονα ὡσεὶ κωφὸς οὐκ ἀκούων, καὶ ὡς ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Οὐδεὶς γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν· οὐδ᾽ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι, ἅπαξ ὑπ᾽ αὐτῶν νενικημένος· ἀλλ᾽ ἤμην Ὡς ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἠλεγχόμην γὰρ αὐτὸς, ἀλλ᾽ οὐκ ἤλεγχον, οὐδὲ εἶχον παῤῥησίαν, αἰσχύνῃ κεκαλυμμένος. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα, σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον, μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπ᾽ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.