Ὅπερ τυχὸν καὶ γνοὺς καὶ παθὼν καὶ ποιήσας ὁ μέγας Δαυίδ, ὁ πάντων μάλιστα πεῖραν ἔχων τῆς τῶν νοητῶν πολέμων παρατάξεως, ἐν τῷ συστῆναι, φησί, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ μετ᾽ αὐτὸν ὁ θεῖος Ἱερεμίας, προστάσσων τῷ λαῷ μὴ ἐκβῆναι τῆς πόλεως διὰ τὴν κυκλόθεν παροικοῦσαν τῶν ἐχθρῶν ῥομφαίαν. Καὶ τοῦτο εἴπερ Ἄβελ ὁ μακάριος ἐφυλάξατο καὶ μὴ συνεξῆλθε τῷ Κάϊν ἐν τῷ πεδίῳ, τουτέστιν ἐν τῷ πλάτει τῆς φυσικῆς θεωρίας πρὸ τῆς ἀπαθείας, οὐκ ἂν ἐπαναστὰς ἀπέκτεινεν αὐτὸν μετὰ δόλου, κλέψας τοῖς δεξιοῖς κατὰ τὴν τῶν ὄντων θεωρίαν πρὸ τῆς τελείας ἕξεως, ὁ τῆς σαρκὸς νόμος ὁ Κάϊν καὶ ὢν καὶ καλούμενος· ὃν πρῶτον ἐκτήσατο καρπὸν τῆς παραβάσεως, κατὰ τὴν δύναμιν τῆς αὐτοῦ προσηγορίας, ὁ πρῶτος ἄνθρωπος Ἀδάμ, γεννήσας νόμον ἁμαρτίας, ὃν κατὰ τὸν παράδεισον αὐτῷ ὁ θεὸς οὐκ ἐδημιούργησε· 〈κτῆσις〉 γὰρ ἑρμηνεύεται ὁ Κάϊν. Ὁμοίως δὲ καὶ Δίνα, ἡ τοῦ μεγάλου θυγάτηρ Ἰακώβ, εἰ μὴ συνεξῆλθε ταῖς θυγατράσι τῶν ἐγχωρίων, τουτέστι ταῖς αἰσθητικαῖς φαντασίαις, οὐκ ἂν Συχὲμ υἱὸς Ἐμμὸρ ἐπαναστὰς αὐτὴν ἐταπείνωσε. Συχὲμ δὲ ἑρμηνεύεται 〈νῶτος〉, Ἐμμὸρ δὲ 〈ὄνος,〉 τουτέστι τὸ σῶμα. Ὁ μὲν οὖν νῶτος, τουτέστιν ὁ Συχέμ, τοῦ Ἐμμόρ, ἤγουν τοῦ σώματος, ὀπίσθιος νόμος ἐστίν, ἀλλ᾽ οὐκ ἐμπρόσθιος, τουτέστιν ὕστερος, ἀλλ᾽ οὐ πρῶτος.