Γέγραπται γοῦν περί τινων, ὅτι «Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·» μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ᾽ αὐτοῖς. Ἀλλ᾽ ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον εἴη ἄν; <Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, κ.τ.λ.> (A f. 220, B f. 145 b, I f. 202. Κυρίλλου καὶ Θεοδωρήτου) Καθ᾽ ἑτέραν δὲ διάνοιαν νοήσεις καὶ οὕτως· Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ταῦτα καὶ τοῖς ἑτέροις ἀπήγγειλα, ἡ δὲ ἀπαγγελία ὅλην διέδραμε τὴν ὑπ᾽ οὐρανόν. Εὐφημοῦσι διὰ τούτων τὸν ὅλων Σωτῆρα Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἀληθὲς ὂν ἀποφαίνουσιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν σεσωσμένοι, ὡς ἔλαβον ᾆσμα καινὸν, ὕμνον τε τὸν πρέποντα αὐτῷ. Ἰδοὺ γὰρ, ἰδοὺ πολλὰ πεποιῆσθαι παρ᾽ αὐτοῦ φησι τὰ θαυμάσια, καὶ ἀριθμοῦ κρείττονα γενέσθαι τερατουργήματα, καὶ τὰ ὑπὸ τῆς αὐτοῦ προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ τοῦ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐτοῦ πατριάρχας, ἵνα μὴ καθ᾽ ἕκαστον διεξέρχωμαι· ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώτερον.