ΨΑΛΜΟΣ Μʹ.
«Εἰς τέλος.» Εἰ καὶ πολλάκις τοὺς ψαλμοὺς ὁ Προφήτης εἰς τὸ τέλος ἐπέγραψε, δεῖ δὲ νομίζειν ὅμως, ὡς οὐ μάτην τοῦτον ἑκάστῳ τῶν ψαλμῶν τὸν τίτλον ἐπιτίθησι. Τίς δὲ νῦν ἡ αἰτία; Ἐπειδὴ τὰ πρὸς τῷ τέλει τῆς οἰκονομίας τοῦ Χριστοῦ διαλέγεται, ὃν Δαβὶδ οὐ μόνος ὁ προφήτης οὗτος, ἀλλὰ καὶ ἄλλος ἐκάλεσεν, Ὠσηὲ δὲ οὗτος· Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν υἱοὶ Ἰσραήλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν· καίτοι Δαβὶδ πρὸ πολλῶν γενεῶν τοῦ προφήτου τούτου τελευτήσας ἐτύγχανεν· ἐν ἡμέραις γὰρ Ἐζεκίου τοῦ βασιλέως τὴν προφητείαν ἐξέθετο. Ἀλλὰ τὸν νέον λέγει Δαβίδ, πρὸς ὂν οἱ σωθέντες ἐπέστρεψαν. «Κύριος βοηθήσαι αὐτῷ.» Εὕρηται καὶ μέχρι τοῦ παρόντος πολλάκις ἡ τῆς προφητικῆς ἐπαγγελίας ἀλήθεια. Πολλοὶ γὰρ νοσηλευόμενοι, καὶ χαλεπῶς κάμνοντες, εἶτα κενώσαντες εἰς τοὺς πτωχοὺς καὶ πένητας τὸν πλοῦτον, εὐθὺς μετεβλήθησαν πρὸς τὸ κρεῖττον. Εἰ γὰρ κἀπὶ τῆς μελλούσης ἡμέρας κατακαυχᾶται ἔλεον κρίσεως, τί θαυμαστόν, εἰ κἀνταῦθα τὸν προσδοκώμενον θάνατον ὁ δαψιλὴς ἔλεος ἀνατρέπει, καὶ πρὸς ῥῶσιν μεταβάλλει;