ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ᾽ ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ᾧ εἴρηται· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ᾽ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾽ ἐμὲ πτερνισμόν»; φησὶν οὖν ἀρχόμενος· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», καὶ δι᾽ ὅλου τοῦ ψαλμοῦ. ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με· ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι. οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά, πότε ἀποθάνῃ καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσερχόμενος ἐπισκέψασθαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ᾽ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι. λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνέσθων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου ἀκολούθως. σὺ δέ, κύριε, οἴκτειρόν με καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι᾽ αἰῶνος.» ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου.