Τοῦτο γάρ ἐστι τὸ, Ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος· ὡς ἂν εἴποι τις, Αὐτοβοεὶ τὰς πόλεις εἷλε. Παχὺ μὲν τὸ ῥῆμα, καὶ ἀνθρωπινώτερον τὸ εἰρημένον. Οὐδὲ γὰρ φωνῇ καὶ βοῇ ὁ Θεὸς νικᾷ, ἀλλὰ νεύματι μόνῳ καὶ βουλήματι. Ἀλλ᾽ ὅμως ἀπὸ τῶν παχυτέρων αὐτὸν ἀνάγων, τῶν ἄλλων ὑψηλοτέραν ἐπενόησε λέξιν. Ἐπειδὴ γὰρ ἀεὶ ὁπλιζόμενον αὐτὸν εἰσάγει, δεικνὺς ὅτι πάντα ἐκεῖνα μεταφορικῶς εἴρηται, καὶ τροπικώτερον, καὶ συγκαταβατικώτερον (ὁ γὰρ Θεὸς οὐδενὸς τούτων δεῖται), ἐπήγαγεν, Ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐσαλεύθη ἡ γῆ· δεικνὺς, ὅτι οὐ μόνον πόλεις, καὶ ἔθνη, καὶ χώρας, ἀλλὰ καὶ αὐτὸ τὸ στοιχεῖον διασείει. Οἶδε δὲ καὶ γῆν τὰ πλήθη καλεῖν, ὡς ὅταν λέγῃ· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν. Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν. Ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Τῶν δυνάμεων, Σαβαὼθ εἶπεν. Ὅρα πῶς ἀπὸ τῆς γῆς ἀνάγει τὸν λόγον ἐπὶ τὸν οὐρανὸν, εἰς τοὺς ἀπείρους τῶν ἀγγέλων δήμους, εἰς τὰ ἔθνη τῶν ἀρχαγγέλων, εἰς τὰς δυνάμεις τὰς ἄνω. Τί γάρ μοι λέγεις στρατόπεδα, καὶ βαρβάρους, καὶ ἀνθρώπους ἀπολλυμένους; φησίν. Ἐννόησον αὐτοῦ τὴν ἰσχὺν, ἀπὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας, ὅσα στρατόπεδα τῶν ἀοράτων δυνάμεων ὑφ᾽ ἑαυτῷ τεταγμένα ἔχει. Καὶ καλῶς δυνάμεις ἐκάλεσε, τὴν ἰσχὺν αὐτῶν ἐνδεικνύμενος· ὅπερ καὶ ἀλλαχοῦ φησι· Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.