Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ αἱ ἡμέραι ἡμῶν ὡσεὶ σκιὰ παράγουσι· καὶ, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· καὶ πάλιν, Ὁ κατοικίζων μονοτρόπους ἐν οἴκῳ· καὶ, Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ πάλιν, Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ, Ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου· καὶ, Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ· καὶ πάλιν, Οὐ φοβηθήσομαι ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος, καὶ δαιμονίου μεσημβρινοῦ· καὶ πάλιν, Ἐλογίσθημεν, ὡς πρόβατα σφαγῆς· τὴν εἰς Θεὸν αὐτῶν διάπυρον ἀγάπην ἐνδείκνυται. Ὅταν δὲ πάλιν μετὰ τῶν ἀγγέλων ᾄδωσι (καὶ γὰρ καὶ ἄγγελοι τότε ᾄδουσιν), Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, λέγοντες, ἡμῶν χασμωμένων, κνωμένων, ῥεγχόντων, ἢ καὶ ὑπτίων ἁπλῶς κειμένων, καὶ μυρίας λογιζομένων ἀπάτας· οἷόν ἐστιν ἐκείνους ἐν τούτῳ τὸ πᾶν τῆς νυκτὸς ἀναλίσκειν; Ἐπειδὰν δὲ ἡμέρα μέλλῃ γίνεσθαι, διαναπαύονται λοιπόν· καὶ ὅταν ἡμεῖς ἀρξώμεθα τῶν ἔργων, ἐκεῖνοι καιρὸν ἔχουσι τῆς ἀναπαύσεως.