Ἀγαθωσύνη δὲ ὁ Χριστός, Θεοῦ γὰρ ἡ ἀγαθότης κατὰ φύσιν. Ἴδιον ἀφεὶς τοίνυν τὸν Χριστὸν ὁ Ἰούδας, τὸν Σατανᾶν ἠγάπησεν· ἀλλὰ καὶ ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην εἵλατο. Ἐξὸν γὰρ αὐτῷ τὴν ὄντως δικαιοσύνην λαβεῖν, καὶ μετὰ τῶν λοιπῶν ἀποστόλων κηρύττειν τὸ Εὐαγγέλιον· εἰς τὴν ἀδικίαν δὲ ἑαυτὸν τῆς προδοσίας ἐνέβαλε. Τὸ δὲ αὐτὸ πάσχει πᾶς ὅστις κατηγορίᾳ χαίρει, καὶ λοιδορεῖ τὸν ἀδελφόν, ἡδύτερον τὴν ἀδικίαν, τουτέστι τὸ ψεῦδος λαλῶν, καὶ τὴν δικαιοσύνην σιωπῶν, δηλαδὴ τὴν ἀρετήν, ἣν ὁ πλησίον κέκτηται. «Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε.» Ταῦτα παντὶ μὲν δολίῳ, πολὺ δὲ μᾶλλον πρὸς τὸν προδότην λέγεται· καθεῖλεν γὰρ αὐτὸν ὁ Θεὸς εἰς τέλος, καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἐκ τοῦ τόπου τῆς μαθητείας μετέστησεν, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ γῆς ζώντων, ἐκ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλεν. «Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ.» Ἁρμόττει ταῦτά γε τὰ ῥήματα Πέτρῳ εἰς ἀνάμνησιν ἐρχομένῳ τῆς οἰκείας ἀρνήσεως, ὅστις ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, τουτέστι, τῇ πίστει διηνεκῶς ἱστάμενος, εἰ καὶ πρὸς μικρὸν ὑπέστη τὸν καύσωνα τῆς ἀρνήσεως, ἀλλ’ ὅμως οὐκ ἐξηράνθη. Τῷ γὰρ δακρύῳ τῆς μετανοίας τὴν ῥίζαν ἐπότισεν. Διὰ τοῦτό φησιν, Ἐξομολογήσομαί σοι, ὅτι ἐποίησας. Τί ἐποίησας; Ἔλεος, χρηστότητα, συμπάθειαν.