Εἶτ᾽ ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρόφοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μοχθηρίας περιπεπτώκασι. Διὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν· καὶ οἱ λοιποὶ δὲ πάντες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες. Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώπων, διδάσκει. Εἶτ᾽ ἐπειδήπερ πρόνοιαν ποιούμενος τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑποβαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείληφε.