ΨΑΛΜΟΣ ΝΓʹ.
«Ὁ Θεός, ἐν τῷ ὀνόματί σου.» Μὴ διὰ πράξεις, φησίν, οὐδὲ γὰρ ἀξιοχρέους ἔχω, μὴ διὰ πατέρων εὐγένειαν (ἄλλος γὰρ ἄλλον διασώζειν οὐ δύναται), ἀλλ’ ἐν τῷ ὀνόματί σου· εἰ γάρτοι αὕτη σωτηρία διηνεκὴς καὶ ἄσυλος ἵσταται. Εἰ γὰρ λῃσταῖς τινες ἢ βαρβάροις περιπεσόντες, εἶτα ὄνομα δυναστῶν παραγαγόντες, ὡς ἐκείνων οἰκεῖοι τοὺς κινδύνους ἐκφεύγουσι, πῶς οὐ πολὺ μᾶλλον ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἀπὸ πάσης ἐπιβουλῆς δαιμόνων σωζόμεθα; «Καὶ ἐν τῇ δυνάμει σου κρίνον με.» Κρίσιν, οὐχ ὅτι κατακριθῶμεν, ἀλλ’ ὥστε ἐλευθερωθῆναι τοῦ τυραννοῦντος βουλεύεται· διόπερ ἐν δυναστείᾳ κριθῆναι προσηύξατο· ἵνα τοῦ ἀντιδίκου εἴτε τοῦ αἰσθητοῦ, εἴτε τοῦ νοητοῦ τῇ δυναστείᾳ τοῦ Θεοῦ χειρωθέντος, ἡμεῖς γενώμεθα τῶν ἐπηρεαζόντων ἀλλότριοι. «Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου.» Οὐδὲν γὰρ ὅπλον πρὸς τοὺς ἐχθροὺς ὑπὲρ τὴν εὐχὴν ἰσχυρώτερον ἔχομεν, μόνον ἐὰν τοῦ ἄξια τοῦ Θεοῦ προσευξόμεθα, ὅπερ ὁ Προφήτης ἑαυτῷ συνειδὼς ἐνωτίσασθαι τὸν Θεὸν τὰ ῥήματα τοῦ στόματος βούλεται, ἵνα διαγνούς, ὅτι οὐδὲν ἀνθρώπινον ζητεῖ, τὴν θυσίαν τῆς προσευχῆς προσδέξεται. «Ὅτι ἀλλότριοι ἐπανέστησαν.» Ἀλλότριοι πάντες οἱ μὴ φρονοῦντες τὰ τοῦ Θεοῦ, κἂν συγγενεῖς, κἂν φίλοι, κἂν ἀδελφοὶ τυγχάνωσι.