Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ᾽ οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι᾽ ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι᾽ ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά.