Διάψαλμα· ἀνοχὴ τοῦ λόγου.
οὐ γάρ ἐστιν Οὐκέτι γὰρ μεταλλαγῆναι ἠδυνήθησαν Ἰουδαῖοι, ὥστε φοβηθῆναι τὸν Χριστόν, ὅτι ἐστὶν θεός, ἀλλ’ ἔμειναν ἐν τῇ ἀπιστίᾳ αὐτῶν. ἐξέτεινεν τὴν χεῖρα Ὁ Ἰούδας ἐν τῷ ἀποδιδόναι τὸν κύριον καὶ λαβεῖν τὰ ἀργύρια· ἀνάγκῃ γὰρ ἐξέτεινεν τὴν χεῖρα καὶ λαμβάνει τὸ ἀργύριον, δακτυλοδεικτῶν. ἐβεβήλωσαν Οἱ Ἰουδαῖοι, λύσαντες τὸν νόμον καὶ προφήτας ἀθετήσαντες (ἀποκτείναντες). διεμερίσθησαν Διὰ ὀργὴν καὶ θυμὸν ἴδιον ἐχωρίσθησαν τοῦ προσώπου τοῦ θεοῦ, ὅ ἐστι διεμερίσθησαν. καὶ ἤγγισεν Τῶν Ἰουδαίων αἱ καρδίαι τῷ ᾅδῃ καὶ τῇ ἀπωλείᾳ. ἡπαλύνθησαν Ὅταν ἔλεγον πρὸς τὸν κύριον οἱ Ἰουδαῖοι δόλῳ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ. ἐπίριψον Ὁ κατὰ θεὸν ἄνθρωπος ἀεὶ τῷ θεῷ ὀφείλει καταλιμπάνειν τὴν φροντίδα· πάντα γὰρ ἐκ θεοῦ ἔχει ὁ ἄνθρωπος, τὴν ζωήν, τὴν κίνησιν, τὴν ἀνατροφήν. οὐ δώσει Τουτέστιν τῷ Χριστῷ· οὔτε γὰρ ἐσαλεύθη ποτέ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. σὺ δέ, ὁ θεός Εἰς τὸν βόθυνον (βυθὸν) τοῦ λάκκου, ὃν ὤρυξαν, ὡς ἐδόκουν, τῷ σωτῆρι· ἐκεῖ γὰρ ἐφθάρησαν τῇ ἀπιστίᾳ καὶ τῇ δυσσεβείᾳ αὐτῶν. ἄνδρες αἱμάτων Οἱ γὰρ φονεῖς καὶ οἱ δόλιοι ἡμιτελεῖς ἀπέρχονται (ἀνέρχονται)· οὐ γὰρ πληροῦσιν ἡμέρας ἀγαθάς. αἰνίττεται δὲ τὸν Ἰούδαν, ὡς μὴ τελέσαντα τὴν ἀποστολήν. ἐγὼ δὲ ἐλπιῶ Ὁ κυριακὸς ἄνθρωπος, ὡς γεγονὼς αἰώνιος.