Ὁ δὲ θεῖος Δαβὶδ ἐν ἐκείνῃ τῇ ἐρήμῳ «ἐν μέσῳ σκύμνων», φησίν, «ἐκοιμήθην τεταραγμένος», ἤτοι, περίφοβος τὰ τῆς ἐρήμου θηρία τύπον ἀποτελοῦντα τὸν ἐν μέσῳ τῶν λογικῶν θηριοτρόπων Ἰουδαίων κοιμηθέντα Χριστόν, «ὧν οἱ ὀδόντες ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα» ἀναιροῦσα τὸν εὐεργέτην. Ἀλλά γε σὺ ὁ ἀναιρεθεὶς ὑπ’ αὐτῶν· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὡς Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου», κἂν «καὶ παγίδα ἡτοίμασαν καὶ βόθρον ὤρυξαν πρὸ προσώπου σου, ἀλλ’ αὐτοί, πάλιν ἐνέπεσον εἰς αὐτόν». Ἕκαστος δὲ τῶν ἐπὶ σοὶ πεποιθότων ᾄδει σὺν τῷ Δαβίδ· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ» ἐν τῇ δόξῃ μου, «ἐξεγέρθητι», διεγέρθητι, «ἡ δόξα μου» ἐν ἁγίῳ Πνεύματι. «Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα», καὶ μελῴδησον τῷ διὰ νεφέλης ὑψωθέντι Θεῷ. «Ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογηθήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν» τῷ ἐξεγερθέντι περὶ ὄρθρον τριημέρῳ ἀπὸ τοῦ τάφου. «Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου» σὺν τούτοις παραλαβοῦσα καὶ πάντα τῆς γῆς τὰ πληρώματα. «Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου», οὐ γὰρ μὴ αὐτὴν οἱ οὐρανοὶ ἀποκρύψουσιν.