Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐαρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημονεύσας ὁ Σωτὴρ, ἔλεγε· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος. Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκανθῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαίνει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμμάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφαμεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν, ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ᾽ αὐτοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως ἀσθενήσουσιν.