Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ᾽ ἔργοις μετῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπίδος κωφῆς χείρους ἐγένοντο· τούτου χάριν ἐπακούσατε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ᾽ οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα διαλυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, Διαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Ἐπειδὴ γὰρ τῷ στόματι καθυποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυμαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ᾽ ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ Δαυῒδ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύλας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ᾽ ὀλέθρῳ πολλῶν ἐχρήσαντο.