Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι᾽ αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραῒμ, ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστάσεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ᾽ ὅλης τῆς οἰκουμένης οἰκοῦντας. Γνώσεις δ᾽ ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ᾽ οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμαρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο· μετὰ δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παραδόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς.