Σύνες γὰρ ὡς οὐχ ἁπλῶς τε καὶ ἀνειμένως ἔφη τὸ, ὅτι μόνον ἐσμὲν ἐν Θεῷ, διὰ τὴν σὴν ὡς εἰκὸς ἀμαθίαν, ὦ τᾶν, ἀλλὰ διαφόρως, ὅπερ ἠθέλησεν εἰπεῖν ἑρμηνεύων, καὶ τό Ζῶμεν προτάξας, ἐπαγαγὼν δὲ τούτῳ καὶ τὸ Κινούμεθα, τρίτον ἐπήγαγε τό Ἐσμὲν, τῇ τῶν προλαβόντων διανοίᾳ καὶ αὐτὸ χαριζόμενος. καὶ οἶμαι μὲν ὅτι δυσωπήσει τάχα που τὸν θεομάχον ὀρθῶς ἔχων ἡμῖν ὁ περὶ τούτου λόγος· ἐνισταμένῳ δὲ πάλιν, καὶ τό Ἐν τῷ Θεῷ περιέλκοντι πρὸς τὸ αὐτῷ καὶ μόνῳ δοκοῦν, τῆς θεοπνεύστου γραφῆς τὴν συνήθειαν ἐπιδείξομεν. ἔθος γὰρ αὐτῇ λέγειν ἔσθ᾽ ὅτε ἀντὶ τοῦ διὰ Θεοῦ, τό Ἐν Θεῷ. ἐπεὶ λεγέτω γὰρ ἐκεῖνος ἡμῖν, πῶς ἐν ψαλμοῖς ἀνακέκραγε λέγων τις “Ἐν τῷ Θεῷ ποιήσωμεν ”δύναμιν·” καὶ πάλιν ὡς πρὸς αὐτόν “Ἐν σοὶ τοὺς ἐχθροὺς ”ἡμῶν κερατιοῦμεν.” οὐ γὰρ δή τις οἰήσεται τοῦτο λέγειν αὐτὸν, ὡς ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ δύναμίν τινα δημιουργήσειν ἐπαγγέλλεται, ἀλλ᾽ οὐδὲ ἐν αὐτῇ τοὺς ἰδίους ἐχθροὺς εὑρίσκοντας κερατιεῖν αὐτοὺς ὁ ψάλλων φησίν· ἀλλ᾽ ἐν Θεῷ, φησὶν, ἀντὶ τοῦ Διὰ Θεοῦ, καὶ τό Ἐν σοὶ πάλιν, ἀντὶ τοῦ Διὰ σοῦ. τί δὲ καὶ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων ἔλεγεν; “Εὐχαριστῶ τῷ Θεῷ μου περὶ πάντων ”ὑμῶν ἐπὶ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ χάριτι,” καὶ πάλιν “Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ, ὃς ”ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς “καὶ ἀπολύτρωσις.”