Δηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προκείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν Δαυῒδ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην ἐν τῷ Ἰσραήλ. Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆσαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχόμενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ᾽ ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο· δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράττει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατάλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προγραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ «τοῖς ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογραφίαν τοὺς λόγους ἀποκαλεῖν. «