Ἄλλος δ᾽ ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ· «Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητήριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν, ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκηνῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμήνευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμετρήσω.» Εἶθ᾽ ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραῒμ ἦν ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·» ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραῒμ κραταίωσιν τῆς κεφαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραῒμ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ.