Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγίδας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώσσαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ τὴν ψυχήν· ἀλλ᾽ ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προσελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ᾽ εἰκόνα Θεοῦ πεποιημένον, ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι᾽ αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ τὰς γλώσσας αὐτῶν ἐπ᾽ αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦτος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττόμενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχεσθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ νηπίων ἀτόνων κατ᾽ αὐτοῦ πεμπόμενα. Εἶτα καὶ ἐπιλυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει.