Τοῦτο δὲ οὐκ ἄλλως ἔσται, εἰ μὴ ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, ὥστε καὶ ἡμᾶς εἰπεῖν· «Ἐσημειώθη ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τὸ δὲ ἐπιλεγόμενον ἑξῆς, «καὶ ἐλεήσαι ἡμᾶς,» μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ, μήτε ἐν τοῖς λοιποῖς ἑρμηνευταῖς, ἀναγκαίως ὠβέλισται. Τῶν δὲ προλεχθέντων εὐχόμεθα τυχεῖν, ἵνα δυνηθῶμεν τὴν ὁδὸν αὐτοῦ γνωστὴν ποιῆσαι ἐν πάσῃ τῇ γῇ. Διὸ λέλεκται· «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Τίς δὲ ἡ γῆ καὶ τίς ἡ ὁδὸς τοῦ Θεοῦ; Γῆ μὲν πάντες οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι καὶ πάντα τὰ καθ᾽ ὅλης τῆς οἰκουμένης ἔθνη· ὁδὸς δὲ τοῦ Θεοῦ ὁ θεοσεβὴς βίος· οὗ τὸ τέλος πρὸς αὐτὸν ἄγει τὸν Θεὸν, ὡς ἐπὶ μητρόπολιν ἀγαθῶν. Καὶ αὐτὸς δὲ ὁ σωτήριος λόγος εἴη ἂν ὁδὸς τοῦ Θεοῦ. Διὸ ἑξῆς ὥσπερ διερμηνεύων τὴν διάνοιαν ἐπιλέγει· «Ἐν πᾶσι τοῖς ἔθνεσι τὸ σωτήριόν σου.» Ὅπως οὖν δυνηθῶμεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν γῆν οἰκοῦσι τὴν ὁδόν σου καὶ τὸ σωτήριόν σου, ταὐτὸν γάρ ἐστι, γνωστὸν ποιῆσαι, οἰκτείρησον ἡμᾶς, ὁ Θεὸς, καὶ εὐλόγησον ἡμᾶς, καὶ τὸ πρόσωπόν σου ἐπίφανον ἐφ᾽ ἡμᾶς, ἵνα πληρωθέντες φωτὸς ἐκ τοῦ προσώπου σου, καταλάμψωμεν πάντας ἀνθρώπους. Εἰ γὰρ μὴ ταῦθ᾽ ἡμῖν ὑπάρξειεν, οὐδέν ἐσμεν ἡμεῖς πρὸς τὴν τοῦ τηλικούτου πράγματος κατόρθωσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν.»