Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» <Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.> (E f. 128, K f. 122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυτόν. <Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι.> (A f. 341 b) Πῶς ἐπιστρέψουσι διδάσκει, ὅτι ἀναιρεθεισῶν τῶν πονηρῶν δυνάμεων. Κατήγαγε γὰρ εἰς γῆν τὸ αἷμα αὐτῶν καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιαῦτα διαγράφει ὁ λόγος, καὶ οἷον ὡς ἐπὶ πολέμου καὶ στρατηγοῦ διαπλάττεται. Οἱ γὰρ ἐν πολέμῳ καὶ μάχαις νικᾷν εἰωθότες, τοῖς τῶν πεσόντων αἵμασι βαπτίζουσι τὸν πόδα ἐν τῷ ἐπεμβαίνειν τοῖς ἀνῃρημένοις. Κἀνταῦθα οὗν, ἐπειδὴ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Σώζεις τοιγαροῦν, φησὶ, τοὺς κινδυνεύοντας, καταστρατεύῃ δὲ τῶν ἐχθρῶν, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, βαφῇ δὲ καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐν αἵματι τῶν ἐχθρῶν.