Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν, ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ᾽ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ᾽ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀνταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις στοιχείοις δηλουμένῳ ὀνόματι.