Οἷον, ἐάν τις τὸν Χριστὸν ἐπὶ σωτηρίᾳ τοῦ λαοῦ ἐλπίζει ἔσεσθαι, οὐ μέντοι γε ψυχῶν σωτηρίᾳ, ἀλλ’ ἀποκαταστάσει τοῦ ἔθνους τοῦ Ἰουδαϊκοῦ καὶ ἀπολυτρώσει, ὁ τοιοῦτος οὐχ ὅσον δεῖ πιστεύειν, πιστεύει.
Καὶ αὖθις, εἰ πιστεύει μὲν τῷ Δαυῒδ λέγοντι, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» καὶ τὰ λοιπὰ ὅσα περὶ τοῦ σταυροῦ καὶ τῶν ἐν τῷ σταυρῷ ὡς ἐκ προσώπου τοῦ Κυρίου προφητεύει, καὶ δέχεται τὰ περὶ τοῦ πάθους, τὰ δὲ περὶ τῆς ἀναστάσεως οὐ λογίζεται, οἷον τό, «Οὐ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν,» καὶ τό, «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,» καὶ τό, «Ἐν νεκροῖς ἐλεύθερος,» καὶ τό, «Ἐξάγων πεπεδημένους, καὶ τοὺς κατοικοῦντας ἐν τάφοις,» καὶ τὰ τοιαῦτα· οὐ τελείαν πίστιν ἔχει, ἀλλ’ ἐκ μέρους. Δεῖ δὲ ἐπὶ πᾶσι τοῖς τε τῆς ἀτιμίας, τοῖς τε τῆς δόξης πιστεύειν τοῖς προφήταις. Ἕδει γὰρ τὸν Χριστὸν παθεῖν· τοῦτο τῆς ἀτιμίας· ἀλλὰ καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ· τοῦτο τὸ ἔνδοξον. Ὑμεῖς δὲ οὕτως ἀνόητοί ἐστε, ὥστε Ἡσαΐου ἀκούοντες λέγοντος ἀμφότερα, ὅτι τε εἰς σφαγὴν ἤχθη, καὶ ὅτι Κύριος βούλεται δεῖξαι αὐτῷ φῶς, ἐκεῖνο μὲν δέχεσθε, τοῦτο δὲ μὴ λογίζεσθε· καὶ ὅτι μὲν μεμωλώπισται, πιστεύειν· ὅτι δὲ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς, μὴ προσεννοεῖν.