εἶτα εἰπὼν τὰ ἑξῆς λέγει λοιπὸν ὡς ἐξ οἰκείου προσώπου ὁ Χριστός· 〈ἃ οὐχ ἥρπαζον,〉 φησίν, 〈τότε ἀπετίννυον,〉 τοῦτ᾽ ἐστὶν ἅπερ οὐχ ἥμαρτον, ὑπὲρ τοῦ ἁμαρτήσαντος Ἀδὰμ ὑπέμεινα τὸν θάνατον, ἐπεί, 〈ὁ θεός, σὺ οἶδας τὴν ἀφροσύνην μου καὶ αἱ πλημμελίαι μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν,〉 τοῦτ᾽ ἐστὶν οὐ γὰρ ἐπλημμέλησα, φησίν. 〈δι᾽ ὃ μὴ αἰσχυνθείησαν οἱ ὑπομένοντές〉 μου ἰδεῖν τὴν τριήμερον ἀνάστασιν, τοῦτ᾽ ἐστὶν οἱ ἀπόστολοι, 〈ὅτι ἕνεκα σοῦ,〉 χάριν τοῦ ὑπακοῦσαί σοι, 〈ὑπήνεγκα ὀνειδισμόν,〉 τοῦτ᾽ ἐστὶν τὸν σταυρόν, ὅτε ἐκάλυψαν 〈ἐντροπῆι τὸ πρόσωπόν μου〉 οἱ Ἰουδαῖοι, ὅτε 〈ἀπηλλοτριωμένος ἐγενήθην τοῖς〉 κατὰ σάρκα 〈ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,〉 τοῦτ᾽ ἐστὶ συναγωγῆς, διότι ὁ 〈ζῆλος τοῦ οἴκου σου〉, πάτερ, 〈κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε〉 [ἐπέπεσαν ἐπ᾽ ἐμὲ] καὶ θυόντων τοῖς εἰδώλοις 〈ἐπέπεσαν 〈ἐπ᾽〉 ἐμέ.〉 δι᾽ ὃ 〈κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαις,〉 ἔξω γὰρ τῆς πύλης με ἐσταύρωσαν, 〈καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον,〉 τοῦτ᾽ ἐστὶν τῆι τοῦ πάσχα ἑορτῆι. 〈ἐγὼ δὲ τῆι προσευχῆι μου πρὸς σέ, κύριε,〉 ἔλεγον· πάτερ, ἄφες αὐτοῖς, τοῖς ἔθνεσιν, διότι 〈καιρὸς εὐδοκίας〉 τῶν ἐθνῶν. 〈μὴ〉 τοίνυν 〈καταποντισάτω με καταιγὶς〉 πειρασμῶν 〈μηδὲ καταπιέτω με βυθός,〉 τοῦτ᾽ ἐστὶν ὁ ἅιδης.