Ὅρα οὖν, ἀγαπητέ, μήποτε πληρωθῇ ὁ καιρὸς τῆς προθεσμίας, καὶ ἄλλον καιρὸν οὐ μὴ εὕρωμεν. Δεῦτε οὖν, προσκυνήσωμεν αὐτῷ· κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Ἆρον τὰς χεῖράς σου πρὸς αὐτὸν σὺν τῇ καρδίᾳ, καὶ μετὰ δακρύων πρόσελθε αὐτῷ, βοῶν πρὸς αὐτὸν σὺν τῷ Προφήτῃ· σῶσόν με ἀπὸ πηλοῦ ἰλύος, ἵνα μὴ ἐμπαγῶ· ῥῦσαί με ἐκ τῶν μισούντων με, καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός, μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ· εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου, ὅτι θλίβομαι· ταχὺ ἐπάκουσόν μου. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ὅπως καὶ αὐτὸς εἴπῃ πρὸς σὲ τὸ γεγραμμένον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ἵνα καὶ σὺ εὐχαριστῶν τῇ ἀγαθότητι αὐτοῦ εἴπῃς· ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.